Ancient Greek
O.Claud. 1 162
Documentary Papyri, O.Claud. 1 162
Not analysed yet
Πθιαῦς Πετενίφι τῷ πατρὶ χαίρειν. δέξαι παρὰ Χεννᾶμις καμηλίτου σφυρίδιν κρεῶν καὶ ἡπάτιν ἕν . ἀσπάζου τὴν γυναῖκά σου καὶ τὰ παιδία σου. οὐ καλῶς ἐποίησας γράψας ὅτι ὀφείλω σοι τέσσαρας στατῆρες, οὓς οὐκ ὀφείλω. ἀντίγραψόν μοι οὖν εἰ εἴληφας ποταπὰ κρέα. ἐρρῶσθε.