Ancient Greek
o.claud 1 pg42
Documentary Papyri, O.Claud. 1 pg42
Not analysed yet
Παχνοῦμις Πετεχῶντι τῶι ἀδελφῶι χαίρειν. ἀνάγκην ἔσχον δηλῶσαί σοι ὅπως μὴ δῷς σπονδὴν τοῖς ὑπογεγραμμένοις· οὔτε γὰ ἔλαβον χαλκὸν περὶ αὐτῶν οὔτε οἶνον. ἔστι δὲ τὰ ὀνόματα· Ἱερώνυμος Ἱερωνύμου ἀρχιτέκτων Μᾶρκος Σωκράτους Ἰσίδωρος Ὡρίωνος.