Ancient Greek
O.Claud. 2 239
Documentary Papyri, O.Claud. 2 239
Not analysed yet
Πίσων Ζήνωνι καὶ Ὡρίωνι τοῖς ἀδελφοῖς πολλὰ χαίρειν. προσδέχομαι ὑμᾶς ἐν ταῖς καλάνδαις. ἵνα οὖν πέμψῃς μοι μίκκον χαρτάριον καὶ στημόνιν. μὴ ἀμελήσῃς πέμψον μοι διὰ τοῦ ἀναδίδοντός σοι τὴν ἐπιστολήν. Ὡρίωνι ταῦτα λέγω. ἀσπάζομαι Πανίσκον καὶ Διόσκορον καὶ Ψενοσῖριν καὶ πάντας τοὺς συνστρατιώτας. ἀσπάζεται Ἀσκληπιάδης.