Ancient Greek
O.Claud. 2 245
Documentary Papyri, O.Claud. 2 245
Not analysed yet
Πετενεφώτης Οὐαλερίῳ τῷ ἀδελφῷ πολλὰ χαίρειν. καλῶς ποιήσεις, ἄδελφε, ἐὰν ἔλθῃ ἡ πορεία τῇ νυκτὶ ταύτῃ πέμψας μοι τρία ζεύγη ἄρτων ἐπὶ οὐκ ἔχω ἄρτους καὶ ὅταν ἔλθῃ ἡ πορεία πέμψω σοι αὐτά. ἀσπάζομε Κολοφονήν. καλῶς ποιήσεις, ἄδελφε, ὅταν ἔλθῃ ἡ πορεία αἴτησον τὸν χαλκὸν τῶν τασκου καὶ πέμψεις μοι τὰς ἄλλας δραχμὰς θ ἵνα πληρωθῇς ὧν μοι ἔδωκας. ἔρρωσο.