Ancient Greek
O.Claud. 2 266
Documentary Papyri, O.Claud. 2 266
Not analysed yet
Μάξιμος Ἰσιδώρῳ χαίρειν. ἰδοὺ μῆνες τρῖς ἐξ ὅτε εἴληφας παρʼ ἐμοῦ δραχμὰς ιδ, οὐδὲ τόκον οὐδὲ κεφάλαιόν μοι ἔδωκας. οὐκ ἔστιν εὔλογον ἔμε δανίζεσθαι, σοῦ μοι ὀφείλοντος. χρείαν οὐκ ἔχω τοῦ τόκου. δώσεις οὖν Σερήνῳ τῷ φίλῳ μου στρατιώτῃ χορταρίῳ ὅ τι καὶ ἐγὼ ὀφίλω. ἔρρωσο.