Ancient Greek
O.Claud. 2 268
Documentary Papyri, O.Claud. 2 268
Not analysed yet
Νωρβανὸς Ταυρίνωι τῷ ἀδελφῷ πλεῖστα χαίρειν καὶ διὰ παντὸς εὖ ὑγιαίνειν καὶ ἐγὼ αὐτὸς ὑγιαίνω καὶ τὸ προσκύνημά σου ποιῶ παρὰ τῆς κυρίας Ἴσιδος. κόμισαι παρὰ Σεραπίωνος καμηλίτου ῥαβδία εἴκοσι καί, εἴ τι χρίαν ἔχεις, πέμψον μοι φάσιν. ἀσπάσου τοὺς φιλοῦντάς σε. ἐρρῶσθαί σε εὔχομαι.