Ancient Greek
O.Claud. 2 274
Documentary Papyri, O.Claud. 2 274
Not analysed yet
Μητρόδωρος Λουκίῳ τῷ ἀδελφῷ πλεῖστα χαίρειν. πρὸ μὲν πάντων εὔχομαί σε ὑγιαίνειν καὶ τὸ προσκύνημά σου ποιῶ καθʼ ἑκάστην ἡμέραν παρὰ τῇ Τύχῃ τοῦ πραισιδίου. κόμισαι παρὰ Σεραπίωνος φαμιλιαρίου μάτια δύο σίτου καὶ πέμψον μοι αὐτὸν τεμάχια. ἐρρῶσθαί σε εὔχομαι, ἄδελφε πολλά. ἀσπάζομαι τοὺς συνστρατιώτας πολλά. ἐκομισάμην διὰ Πουσις τεμάχιον ἕν. ἔπεμψά σοι δέσμην συρμαδίων.