Ancient Greek
O.Claud. 2 276
Documentary Papyri, O.Claud. 2 276
Not analysed yet
Ἀπολινάρις Σονναῦτι τῷ ἀδελφῷ πλεῖστα χαίρειν. καλῶς ἔχει ἡ μήτηρ σου. ἀμερίμνει περὶ τῶν ἱματίων σου, ἐξετίναξα αὐτά. καλῶς ποιήσεις λαβὼν τὸ σουβαλάριόν μου παρὰ τοῦ ὀνηλάτου τοῦ τὴν πινακίδαν ἔχοντος καὶ πλῆσόν μοι αὐτὸ ὑδάτους. εὑρεῖς δὲ ἐν τῇ σαργάνῃ πεταλίαν φοινικίων ἣν ἐβάσταξα τῷ ὤμῳ μου εἰς Ραειμα. ἦλθον καθῆσθαι. ἄσπαζε Δημήτριον. ἔρρωσο.