Ancient Greek
O.Claud. 2 286
Documentary Papyri, O.Claud. 2 286
Not analysed yet
Ὡρείωνι κεντυρίωνι τῷ κυρίῳ Ἀσκληπιάδης χαίρειν. εἰδώς σοῦ τὸ εὐσεβές, ἔγραψά σοι, κύριε, ὅπως παρὰ Σαββᾶτος στρατιώτου σπουδάσεις λημφθῆναι καὶ πεμφθῆναί μοι σείτου μάτια ζ ἐπεὶ ἀσθενέστερός εἰμι. ἄλλον γὰρ θεὸν οὐκ ἔχω ἢ σέ. ἔρρωσο.