Ancient Greek
O.Claud. 2 290
Documentary Papyri, O.Claud. 2 290
Not analysed yet
Ἥρων Ἁρεώτῃ τῷ ἀδελφῷ χαίρειν. ἐγὼ τῷ ταβελλαρίῳ στατῆρα οὐκ ἔδωκα, ἀλλʼ ἔγραψά σοι διʼ αὐτοῦ λαβόντι παρʼ αὐτοῦ κέρμα ἀγοράσαι κοτύλην ἐλαίου καὶ ἔδει σέ μοι εὐθέως γράψαι διʼ αὐτοῦ ἵνʼ αὐτὸν ἀπαιτήσω, καὶ οὐχ ὅτε ἀπῆλθε. ἐγὼ γὰρ οὐδὲ κοτύλην ἔλαβον ἀλλὰ ἡμικοτύλιν καὶ τὴν τιμὴν διὰ πάντων ἀπέδωκα. ἀσπάζου τοὺς συστρατιώτας. ἔρρωσο.