Ancient Greek
O.Claud. 2 293
Documentary Papyri, O.Claud. 2 293
Not analysed yet
Νειλίων Πετεαροήρι τῷ υἱῷ πολλὰ χαίρειν. καθὼς ἐνετείλου μοι, εὐθὺς ἔτι ἰσῆλθε Ἀπολλῶς, τὸ ἱμάτιόν μου τέθεικα καὶ δέδωκα αὐτῷ δραχμὰς η. αὐτῷ τὸ ἱμάτιον δέδωκα. οὐ γὰρ ἠμέλουν εἴπας σοι. Παρθενοπαῖος δὲ ὣς ἄρτι οὐ δέδωκε τὰ χάλκινα. ἀσπάζεταί σε Σαραπιόδωρος πολλά. ἔρρωσο. λέγει δὲ καὶ ὁ Δριλλομυς ὅτι ἰς τρίτην ἐνενκῶ σοι τὰς δύο κοτύλας τοῦ ἐλαίου. ἐγὼ δὲ σὲ οὐ κατακεχρώ…τικα ἀλλὰ πεμπομένου, ἐπί σε κα …α…κα.