Ancient Greek
O.Claud. 2 375
Documentary Papyri, O.Claud. 2 375
Not analysed yet
Σαραπίων Ἀπολλωνίου κουράτωρ πραισιδίου Ῥαειμα Αἰλίῳ Σερήνωι κουράτορι μετάλλου Κλαυδιανοῦ χαίρειν. ἀπέλυσα Οὐαλέριον Χοιὰκ ι ὥρᾳ β καὶ τὰ ὡς ἄρτι οὔπω ἠκούσαμεν περὶ τῆς Αἰγύπτου. καλῶς ποιήσις πέμψον ἡμεῖν τοὺς δύο φαμηλιαρίους τοὺς δυναμένους ἀντλῖν. ἐξαυτῆς πέμψον αὐτοὺς μὴ ἐξάφινα ἔλθῃ ἐπάνω ἡμῖν ἡ πορία ἢ προβολὴ καὶ περὶ τοῦ ἀχύρου ὃ θέλεις ἐπεὶ ἐρρῶσθαί σε εὔχομαι.