Ancient Greek
O.Claud. 2 386
Documentary Papyri, O.Claud. 2 386
Not analysed yet
Ἰούλις Α… Ἀλεξάνδρῳ κεντυρίωνι τῷ κυρίῳ πλεῖστα χαίρειν. πρὸ παντὸς εὔχομαί σε ἰσχύιν καὶ ὑγιαίνιν καὶ τὸ προσκύνημά σου ποιῶ παρὰ τῷ κυρίῳ Σεράπιδι καθʼ ἑκάστην ἡμέραν. ἐρωτηθείς, κύριέ μου, περὶ τοῦ κορασίου Νίκης ὅπως αὐτὴν ὑπὸ οὐδενὸς ὑβρίζεσθαι, διὰ τὸν σὸν φόβον καὶ τὴν σὴν φιλανθρωπίαν οἶδα ἐγὼ ὅτι τινι ἐμαυτὸν κατὰ ε…ευσα ἐὰν …πως παρά τι ποιήσῃ …παρόντος σου αὐτῆς ἐξουσίαν …ητι αυτη ὅπως μὴ ἀναχωρήσῃ …λλασε αὐτῆς ἢ μὴ ἰδεῖν ον …εἰς Κλαυδιανὸν οὐδε …ἐπιστροφὴν ποιοῦμαι οὐδὲ αυ… τὸ κοράσιον οὐδενὸς ἐπιστρέφεται διὰ τὴν σὴν παρουσίαν. ἀντίγραψόν μοι περὶ τῆς σωτηρίας σου ἔρρωσο.