Ancient Greek
O.Claud. 2 408
Documentary Papyri, O.Claud. 2 408
Not analysed yet
Ἀσκαλαφωνᾶς Ἀλεξᾶτι τῷ ἀδελφῷ χαίρειν· δέξαι παρὰ Οὐεσπασιανοῦ τοῦ ταβελλαρίου ἀειουτώρειν καὶ ξυράφιον ἓν καὶ σμιλίον ἓν καὶ ἐὰν λάβῃς ἀντίγραψόν μοι· ἄσπασε Σιγίλην καὶ Ὀρνίθιον· ἀσπάζεται ὑμᾶς Σαβῖνος καὶ Βαρνες καὶ Οὐενουστιανός· ἐάν τι χρείαν ἔχῃς γράψον μοι· ἔρρωσο.