Ancient Greek
O.Claud. 3 432
Documentary Papyri, O.Claud. 3 432
Not analysed yet
Φίλητος Ἀμμωνίου Κανωπᾶτι χαίρειν. ὁμολογῶ δεδανεῖσθαι παρὰ σοῦ χρῆσιν διὰ χειρὸς ἀργυρίου σεβαστοῦ νομίσματος δραχμὰς ιβ ἃς καὶ ἀποδώσω τῷ ἐρχομένῳ ἱματισμῷ μηνὶ Τυβι τοῦ δευτέρου καὶ εἰκοστοῦ ἔτους Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου, ἐὰν δὲ μὴ εὖ καταβολήσω, ἐξόν σοι κρατεῖν τὸν διδόμενόν μοι ἱματισμὸν, τὸ δὲ χειρόγραφον τοῦτο κύριον ἤτω παντὶ τῷ ἐπιφέροντι. ἔτους κβ Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ, Ἁθυρ ι. Φίλητος ἀπέσχον ὡς πρόκιται.