Ancient Greek
O.Claud. 3 492
Documentary Papyri, O.Claud. 3 492
Not analysed yet
Πτολεμαῖς Εἰρηναίου Πετρωνᾶτι κιβαριάτῃ χαίρειν. καλῶς ποιήσεις δοὺς Φλώρῳ ἐκ τῶν ὀψωνίων μου δραχμὰς δέκα τέσσαρες ἐπεὶ προεχρησάμην ἀπʼ αὐτοῦ εἰς λόγον τροφῆς ὑπὲρ μηνὸς Μεχειρ καὶ Φαμενωθ. ἔτους δ Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνείνου Σεβαστοῦ καὶ Εὐσεβοῦς τοῦ κυρίου μηνὸς Τυβι ϛ. Πτολεμαῖς ἔχω καὶ ἀποδώσω καθὼς πρόκειται