Ancient Greek
O.Claud. 3 541
Documentary Papyri, O.Claud. 3 541
Not analysed yet
Ἀμμώνιος Οὐεργιλίου νουμέρου Πορφυρείτου Ἁρεώτῃ στρατιώτῃ κλάσσης Αὐγούστης Ἀλεξανδρείας χαίρειν. ὁμολογῶ κεχρῆσθαι παρὰ σοῦ δραχμὰς τέσσαρες ἃς καὶ ἀποδώσω σοι καταβάλλων σοι καθʼ ἕκαστον μῆνα δραχμὰς δύο ἐπὶ μῆνας δύο, τὸν Φαωφι καὶ τὸν Ἁθυρ, ἀνυπερθέτως. ἔτους ε Ἀντωνείνου τοῦ κυρίου, Θωθ κα. Ἀμμώνις ἔχω καθὼς πρόκιται.