Ancient Greek
O.Claud. 4 826
Documentary Papyri, O.Claud. 4 826
Not analysed yet
Ἀπολλώνιος Λέοντι τῷ ἀδελφῷ πλεῖστα χαίρειν. πρὸ μὲν πάντων εὔχομαί σε ὑγιαίνειν. οὐκ ἔδωκα ἀποχὴν τοῦ ἄνθρακος ὅτι Μονάτιος ἔλυσε τὸν κόικα καὶ ἦρκε τὸ ἥμισυ αὐτοῦ. ὁ χαλκεὺς λέγει ὧδε στομόω. λέγει δὲ περὶ ἀλοιφῶν ἵνα ἐνέγκῃς. κατὰ τὸ ὄστρακον ὃ ἔγραψές μοι ἐπεραίωσα. ἔρρωσό μοι, ἄδελφε.