Ancient Greek
O.Claud. 4 850
Documentary Papyri, O.Claud. 4 850
Not analysed yet
Ἀντωνίῳ Φλαουιανῷ ἐπάρχῳ παρὰ ἐργοδοτῶν καὶ σκληρουργῶν τῷ κυρίῳ χαίρειν. τοῦ κυρίου Σεράπιδος καὶ τῆς τύχης τοῦ Κλαυδιανοῦ καὶ τῆς σοῦ τύχης αὐξανούσης τῶν δύο κιόνων τῶν κε ποδῶν εὐαγγελιζόμεθα ἕνα τῶν δύο κιόνων τῶν κε ποδῶν ἀπηρτικέναι ἄχρι τῆς κϛ τοῦ Ἁθύρ. ἐάν σοι δοκεῖ, κύριε, συνεπισχύσαντος τοῦ ἐπιτρόπου ἡμῶν κυρρίου, ἐὰν ἐν τάχει πεμφθῇ ἡμῖν στόμωμα καὶ ἄνθραξ ἵνα τάχιον τὸν ἄλλον ἀπαρτίσωμεν. μηδεμιᾶς κατοχῆς ἡμῖν γενομένης, ἐξ ὅτε γὰρ ἐπισταλῆις …ν πάντων ἀνοσίων …