Ancient Greek
O.Claud. 4 871
Documentary Papyri, O.Claud. 4 871
Not analysed yet
Ἐπίκουρος Λονγείνωι χαίρειν. τοῖς ἐκ φαμιλίας ἐλθοῦσιν ἀπὸ Αἰγύπτου εἰς τὴν ἅμαξαν τὴν δωδεκάτροχον ἀνδράσι λθ δὸς κιβάρια ἑκάστῳ μάτιον ἓν καὶ ἀνοίσεις εἰς τὸν λόγον, ἀλλὰ μὴ ἀμελήσεις ἵνα δυνασθῶσιν ὑπηρετῆσαι τῇ ἁμάξῃ. Ἁθὺρ γ.