Ancient Greek
O.Claud. 4 877
Documentary Papyri, O.Claud. 4 877
Not analysed yet
Σωκράτης ἐργοδότης Ἀθηνοδώρῳ καὶ Ἀμμωνίῳ τοῖς τιμιωτάτοις χαίρειν. καλῶς ποιήσετε ἐπεὶ οἱ σκληρουργοὶ λέγουσίν μοι ὅτι οὐχ εἰσερχόμεθα ἔσω στομῶντες ἐξελθόντες στομώσατε. καὶ γράφετε ἡμᾶς ἀργεῖν. ἐκ δύο τὸ …ἓν δρᾶ, ἵνα στομώσητε ἢ περισσώτερα κεφάλια ἐνέγκητε. πέμψετε τὴν σφύραν, ἐπεὶ λέγουσιν οἱ ὀνηλάται οὐκ εἰρήκατε ἡμῖν ἆραι οὐτʼ ἔσω ἐστὶ παρʼ αὐτοῖς. ἐρρῶσθαι ὑμᾶς εὔχομαι