Ancient Greek
O.Claud. 4 885
Documentary Papyri, O.Claud. 4 885
Not analysed yet
Ἀθηνόδωρος Σωκράτῃ τῶι τιμιωτάτωι χαίρειν. οἶμαι μὲν τὸν κύριον μ… ἐπίτροπον καὶ σοὶ ἀπεσταλκέναι περὶ τοῦ δηλωθῆναι αὐτῷ τοὺς ἀποκειμένους ἐν τῷ μετάλλῳ λίθους τῆς αὐτοῦ κοπῆς εἰς πρὸ μιᾶς Καλανδῶν Ἰανουαρίων. εὖ οὖν ποιήσεις καὶ ἐμοὶ ἐγγράφως δηλώσας ἵνα ἀκολούθως σου τοῖς γράμμασιν ἐπισταλῇ αὐτῷ ἐρρῶσθαί σε εὔχομαι