Ancient Greek
O.Claud. 4 889
Documentary Papyri, O.Claud. 4 889
Not analysed yet
Νεφερῶς κουράτωρ Τιβεριανῆς Ἀθηνοδώρῳ χαίρειν. γράφεις μοι περὶ τῆς καταστάσεως τοῦ στύλου τοῦ ἐργοδότου ἔσω ὄντος πρὸς σέ. πεποίηκα τὴν ὁδόν. οἶδας δὲ ὅτι ἀριθμὸν οὐκ ἔχω στρατιωτῶν εἰ μή τι τρεῖς. ἐὰν δὲ πέμπω ἕνα οὐκέτι ἔχω πέμψαι εἰς τὴν λατομίαν. οἶδας δὲ ὅτι ὄχλον πολὺν δαπανᾶ εἰς τὴν κατάστασιν. ἐγὼ δ…τα τὰ παρʼ ἐμε…ηκα… ἐμποδίσθη τ…ιαν… Πετεβῆς λθ…ν τῷ κουράτορι ……ν αυ…