Ancient Greek
O.Claud. 4 892
Documentary Papyri, O.Claud. 4 892
Not analysed yet
Ἀμμώνιος Ἀθηνοδώρωι τῶι πατρὶ χαίρειν. ἐπεὶ ἐδήλωσας πέμψαι ἀνθρώπους εἰς τὴν μηχανὴν εὐθέως σοι πλείονας ἔπεμψα. ἐπέμφθη σοι δὲ διὰ Φέδρου ἐν μαρσιππίῳ …μιν καὶ ἐλαῖαι τεσσεράκοντα καὶ κρομμύδια. ἴσθι δὲ τὸν κῆπον τετραυματισμένον ἅλι. οὐδέπω ὁ λίθος ἐστράφη. οὔπω οὐδὲν καινότερον. ἐρρῶσθαί σε εὔχομαι εὐτυχῶς. ἀσπάζου τὸν κουράτορα καὶ Σαραπιόδωρον ἐὰν δὲ χρήζουσιν ἄλλου ἑνὸς ἀνθρώπου εὐ ποιήσεις δοὺς αὐτοῖς ἐπεὶ ὁ ὄχλος τὸν λίθον στρέφουσιν.