Ancient Greek
O.Deiss. 27
Documentary Papyri, O.Deiss. 27
Not analysed yet
Πετεαρουῆρις καὶ Παμώνθης πράκτορες ἀργυρικῶν Χάρακος Πετεμενώφει ὁμοίως Ὀννόφρεως. ἔσχομεν ὑπὲρ λαογραφίας καὶ βαλανευτικοῦ η ἔτους ῥυπαρὰς δραχμὰς ὀκτὼ γίνονται ῥυπαραὶ δραχμαὶ η. ἔτους η Ἀντωνίνου Καίσαρος τοῦ κυρίου Φαμενὼθ ιβ. Παμώνθης σεσημείωμαι. ἄλλας Φαρμοῦθι ιε ὀνόματος τοῦ αὐτοῦ ὑπὲρ λαογραφίας ὁμοίως ῥυπαρὰς δραχμὰς δ γίνονται ῥυπαραὶ δραχμαὶ δ. Πετεαρουῆρις σεσημείωμαι.