Ancient Greek
O.Deiss. 34
Documentary Papyri, O.Deiss. 34
Not analysed yet
διὰ Ψενοσίριος καὶ τῶν μετόχων τελωνῶν ἠπητῶν Πασήμι Ὥρου καὶ Θουσώμι ἀδελφῷ. ἀπέχω παρʼ ὑμῶν τὸ τέλος τοῦ Μεχεὶρ δραχμὰς δ. τοῦ κα ἔτους Τιβερίου Καίσαρος Σεβαστοῦ Μεχεὶρ ιβ.