Ancient Greek
O.Did. 319
Documentary Papyri, O.Did. 319
Not analysed yet
Ἰούλις Οὐαλερίῳ τῷ ἀδελφῷ χαίρειν. ἔπεμψά σοι ἐπιστολὰς τέσσαρας διὰ τοῦ γαλεαρίου τοῦ ἐκεῖθεν ἀπὸ Διδύμων καὶ διὰ Κορνηλίου γαλεαρίου ἄλλας γ ὥστε ζ. εἰ ἔλαβες, ἀντίγραψον πόσας ἔλαβες· καί σοι μίαν ἔπεμψα. στατῆρα ἀλλάξιμον πέμψον ἵνα ἀποδῶ, καὶ τὸ καλαμάριoν ἐπεὶ ἀλλότριόν ἐστιν. συγγνώσει, οὐκ ἔχω λίβανον, Σερτορίου ἐστίν. ἄσπασαι Ἀντώνιν καὶ Κλήμην. ἂν ὑπάγῃς γράψον μοι. Τυβι κθ.