Ancient Greek
O.Did. 323
Documentary Papyri, O.Did. 323
Not analysed yet
Ἰούλιος Ἀντωνίωι τῶι ἀδελ φῶι χαίρειν· γράφεις μοι λέγων ὅτι πέμψον μοι ἀκόνιον. εἰ μὲν εἰς σιδήρια, γράψον μοι, εἰ δὲ ἰατρικὴν ζητεῖς, οὐκ ἔνι ὧδε. κόμισαι ἐπὶ λόγῳ τοῦτο τὸ ἀκόνιον. ἄν σοι ἀρέσῃ, πέμψον μοι ὅτι ἀρέσκει καὶ μεῖζον σοι πέμψω. περὶ τοῦ λιβάνου, ἔπεμψα εἰς Κομπασι καὶ λέγουσι ἐκ τριῶν στα- τήρων . ἂν ἐνεχθῇ πέμψω σοι. ὧδε γὰρ παρ' ἐμὲ οὐκ ἔστι.