Ancient Greek
O.Did. 329
Documentary Papyri, O.Did. 329
Not analysed yet
Ἰούλιος Ἀννίῳ τῷ ἀδελφῷ χαίρειν· σπούδασον, ἄδελφε, λαβεῖν κομεᾶτον καὶ ἐλθεῖν πρὸς ἐμὲ ἐπεὶ ὁ ἵππος μου δρόσον ἔχει καὶ ἐγὼ οὐ δύναμαι ἐλθεῖν. δὸς ἐργασίαν ἵνα ἔλθῃς πρὸς ἐμέ. ἀσπάζεταί σε Ἀλβούκις. ἔρρωσο.