Ancient Greek
O.Did. 333
Documentary Papyri, O.Did. 333
Not analysed yet
Κορνήλιος Ἀντωνίῳ χαίρειν· ἤδη σοι δεκάκις εἴρηκα, ἄν τι ἔχῃς πρὸς ἐμὲ προσελθεῖν, πρόσελθε· οὐ γάρ μου εἶ δανειστής, οὐδὲ γάρ σοι ὀφείλω τι. ἐὰν δὲ θελήσω, πράξω σε τὰς ἡμέρας ἃς ἐκοίλανεν Ἰουλία. ἐγὼ γὰρ προπέπτοκα ὅλῳ τῷ πραισιδίῳ ὅπως ἔλθῃ πρὸς σέ. ἐτηγανίζου γάρ. καὶ ἄρτι, ἂν μὴ τὰ ἴδια πράξῃς, καὶ ἂν πέντε μνᾶς σχῇς, ἀποσπάσω αὐτὴν ἀπὸ σοῦ. εὔχομαι αὐτὴν ζῆν.