Ancient Greek
O.Did. 339
Documentary Papyri, O.Did. 339
Not analysed yet
Γάιος Ἀντώνιος Λογγίνωι Κρίσπῳ τῷ ἀδελφῷ χαίρειν· ἀπέσταλκά σοι χίλωμα τὸ σὸν διὰ Δώρου ἱππέως καὶ ζεύγη ἄρτου τρία, καὶ οὐκ ἀντέγραψάς μοι. εἰ ἐκομίσου, ἀντίγραψόν μοι. καὶ ἀπέσταλκάς μοι ἐπιστολὴν ἣν οὐχ εὗρον διελθεῖν, καὶ εἰ ἤκουκας περὶ σουκκεσσόρων ἀκριβέστατα, γράψον μοι. μὴ οὖν ἄλλως ποιήσῃς, ἄδελφέ μου. ἀσπάζου τοὺς ἐκεῖ πάντας κατ’ ὄνομα. ἔρρωσο. ια.