Ancient Greek
O.Did. 342
Documentary Papyri, O.Did. 342
Not analysed yet
Νουμέριος Λογγίνῳ τῷ τιμιωτάτῳ ἀδελφῷ πλεῖστα χαίρειν. καθὼς ἔγραψά σοι ἔλαβα τὰ δυὸ μαρσίππια. ἐὰν καταβαίνω εἰς Κόπτον ἐγὼ αὐτὰ Λουκιᾶτι δώσω. θέλω δέ σε γινώσκειν ὅτι ἔχρησα Κοδράτῳ δραχμὰς ἑξήκοντα ὅτε ἅμα ἐπίνομεν εἰς οἶκον …νησ… λοιπὸν ἃ μνημονεύεις γράψον μοι ἵνα μοι μαρτυρήσῃς καὶ ἐάν τι ἀγοράζῃς ἕως ὀβολῶν ιβ τὸ μάτιον καὶ τὴν ……ἀσπάζεταί σε Ἡραῒς καὶ Ἀβασκαντίων. ἄσπασαι τοὺς συστρατιώτας. ἔρρωσο.