Ancient Greek
O.Did. 347
Documentary Papyri, O.Did. 347
Not analysed yet
Γάιος Τερέντιος Μάρκῳ Λογγίνῳ τῷ ἀδελφῷ πλεῖστα χαίρειν· ἐκομισάμην παρὰ τοῦ ζμαραγδαρίου κολοκύνθας γ καὶ κραμβίου δέσμην καὶ ἄν τινος χρῄζ…α…ψ… ἀντίγραψόν μοι. ἀσπάζομαι Λουκίαν τὴν ἀδελφήν μου καὶ Φάβιον καὶ Ἀντώνιον Μάκερα. ἀσπάζεταί σε Οὐαλέριος Κλήμης. ἔρρωσο.