Ancient Greek
O.Did. 380
Documentary Papyri, O.Did. 380
Not analysed yet
δέξαι οὖν παρὰ τοῦ ἱππέως δέσμας κράμβης γ καὶ τρωξίμων δέσμην· λοιπὸν οὖν ἀντιγράψεις μοι περὶ οὗ σοι ἔπεμψα, εἰ ἔλαβες ἢ οὐκ ἔλαβες. ἔπεμψά σοι πάλλιον καὶ σανδάλια καὶ λάχανα πλεῖστα, καὶ οὐ γράφετέ μοι. οἶσθα ὅτι οὐκ ἔπεμψα Σκνῖπα χάριν ἀπαιδεύτου πράγματος ἀλλὰ χάριν σοῦ· τοῖς θεοῖς γὰρ χάριν ἔχομεν, οὐδενὸς χρῄζομεν. ὡς ἄρτι εὐχαριστοῦμεν