Ancient Greek
O.Did. 383
Documentary Papyri, O.Did. 383
Not analysed yet
Φιλοκλῆς Σκνιπὶ τῇ ἀδελφῇ πλεῖστα χαίρειν· κόμι-σαι παρὰ Ποταμίωνος μαρσίππιον ὅπου ἔνι ματίου ἥμισυ κρομμύων καὶ πάλλιον, κεφαλωτῶν καὶ δέσμην κράμβης καὶ καβάτιον ταριχίων. ἠρώτηκα Ποτάμωνα ……ε καθίσῃ …ποει τὴν αὐτὴν ἐχόμενά μου. Φιλοκλῆς Καππάρει τῷ ἀδελφῷ χαίρειν· ἔπεμψα, ἄδελφε, ἐπὶ ἔλαιον καὶ οὔπω μοι ἠνέχθη. λοιπόν, ἂν ἐνεχθῇ μοι, πέμψω σοι ἡμίχουν. ἔρρωσο.