Ancient Greek
O.Did. 393
Documentary Papyri, O.Did. 393
Not analysed yet
οἶσθα ὅτι Κλαύδις ἂν δῷ ἐργασίαν τῷ ὧδε ἐλθεῖν οὐ μή με ταράξει. ἂν δὲ ὧδε ἔλθῃ, ἂν δὲ ἐκεῖ μένῃ, ἀποδώσω αὐτῷ τὴν ὕβριν ἥν σοι ἐποίησαν τέως ὃν χρόνον ἐποίησεν ἡ γυνὴ αὐτοῦ ὧδε καὶ οὐκ ἀφῆκα οὐδένα αὐτὴν ὑβρίσαι. οἶσθα καί, ὧδε ἂν ἔλθῃ, τῶν θεῶν θελόντων καὶ τοῦ Πανός, οὐ μή με σαλεύσῃ, ἀλλὰ ἀποδώσω αὐτοῖς τὴν ὕβριν ἥν σοι ἐπoίησαν. οἶσθα ὅτι οὐ μή με νικήσῃ ἂν ᾖ περὶ χαλκοῦ· γινώσκειν σε θέλω ὅτι ἀπέλαβον τὸν χαλκὸν ἀπὸ Τεισιμάχου καὶ ἀπὸ τοῦ κηπουροῦ· ἀπὸ τοῦ κονδούκτορος οὔπω ἔλαβον. ἠγόρασα μάτια ἁλὸς δ καὶ κριθῆς ἀρτάβην ἡμίσειαν· εἶπόν σοι ὅτι οὐ θέλω ἵνα ἐκτὸς ἐμοῦ σὺ δὲ πάλι τοῦ τραχήλου σου ἐπέχουσα πάντα ἁλίσπαρτα ποιεῖς. ἐγὼ ὧδε σφίγγω ἐμαυτὸν καί σοι προστίθω ἐγὼ …υτω ἵνα ποιήσω …εχρι …ην…