Ancient Greek
O.Did. 399
Documentary Papyri, O.Did. 399
Not analysed yet
Μοκοτραλις Γελλίῳ τῷ αδελφῷ πλεῖστα χαίρειν καὶ διὰ παντὸς ὑγιαίνειν μετὰ τοῦ ἀβασκάντου σου ἵππου · καὶ ἐγὼ αὐτὸς ὑγιαίνω. οὐκ ἦν μέγα πρᾶγμα εἴ μοι ἔγραψας ἐπιστολήν. ὁσάκις ἂν γράφω τοῖς παιδίοις, γράφω ἀσπαζόμενος τὴν μητέρα σου · μαρτυρήσει σοι καὶ αὐτή. πέμψον μοι ἂν ἔχῃς μικρὸν πιπερίδιον.