Ancient Greek
O.Did. 402
Documentary Papyri, O.Did. 402
Not analysed yet
Οὐετύριος Πανισνεῦτι καὶ Θεανοῦτι ἀμφοτέροις χαίρειν· εὔχομαι ὑμᾶς ἰσχύειν καὶ ὑγιαίνειν η…ορα ἤκουσα ὅτι τέτοκας κεχάρημαι λίαν καὶ λύχνους ἧψα τῇ Ἀφροδίτῃ. ἐάν σοι φανῇ ἐλθεῖν ὧδε τῇ πορείᾳ οὐ λυπηθήσει. ἐὰν μὲν ἔλθῃς ὑγιαίνουσα, οἴσεις μοι αὐτὴ τὸ τετράδερμα, εἰ δὲ μή, πέμψεις μοι διὰ πιστοῦ τινος ἐπεὶ χωρὶς αὐτοῦ οὐ δύναμαι μένειν. εὐχαριστῶ α…φησαπολ ἔρρωσο. τε προσα…σου ἀσπάζεταί σε Δημητρία. ἐρωτᾶ σε ἐλθεῖν ὧδε καὶ μὴ σὺ διὰ Καινῆς ἀναβῇς.