Ancient Greek
O.Did. 412
Documentary Papyri, O.Did. 412
Not analysed yet
…σος Ἀμμωνίῳ τῷ ἀδελφῷ πλεῖστα χαίρειν· καλῶς ποιήσεις ἂν ἀμετεώριστος τε…δων σου εἰς τὸ πραισίδιον ἵνα πρόσοδον ποιησώμεθα τοῦ καταβῆναί σε. τῶν θεῶν ἐπιτρεπόντων προχωρεῖ τὰ πλείονα τῶν ὧδε καὶ ἐὰν ἔρχῃ καὶ ὄνον ἔχῃς καὶ δύνῃ ἡμῖν τῆς τιμῆς ὑλιστὸν ἐνεγκεῖν λαοδικηνοῦ, καλῶς ποιήσεις. ἄσπασαι Ὀκτάιον καὶ Ἆπιν πολλὰ καὶ ἐρώτησον Ὀκτάιον τοῖς ἐμοῖς λόγοις ὅπως Ἄπιδι συνχωρήσῃ δύο ἡμέρας ἐλθεῖν σὺν σοὶ ὧδε. ἄσπασαι τοὺς παρ' ἡμῶν πάντας κατ' ὄνομα. ἔρρωσο.