Ancient Greek
O.Did. 447
Documentary Papyri, O.Did. 447
Not analysed yet
Ἁρποκρᾶς Δαμᾶτι καὶ Ἀθηνoδώρῳ καὶ πᾶσι τοῖς φίλοις πλεῖστα χαίρειν· κόμισαι παρὰ Σεραπίωνος παιδὸς ὀνηλάτου δέσμας κράμβης, τὴν μείζω αὐτοῖς τοῖς συγκελλάριοις, τὴν δὲ ἄλλην δώσεις Προκλίωνι, ἀφ’ ὧν ἔχομεν καὶ μελέτω ὑμῖν ἵνα μετὰ τοῦ ἀπελθεῖν τὸν κονιάτην γράψῃ ὁ κουράτωρ τῷ ὧδε. ἀσπάζου πάντας τοὺς φίλους.