Ancient Greek
O.Did. 451
Documentary Papyri, O.Did. 451
Not analysed yet
Κρονίαινα Κλαυδιανῷ τῷ πατρὶ πλεῖστα χαίρειν· πρὸ παντὸς εὔχομαί σε ὑγιαίνειν μετὰ τῆς μητρός μου. παροιμία ἐστὶ ὑπὸ σοῦ λεγομένη· τὸν ἀντίχειρα ὅστις οὐκ ἐπίσταται, οὗτος παρ’ ἡμῶν δευτέρως οὐ μὴ λαθῇ. ἐρωτῶ ὑμᾶς νῦν μάλιστα ὡς γονεῖς μου ἀναστρέψαι καὶ μηδὲ χαῖρε αὐτῷ εἰπέ· ἀνεμέσητον γάρ ἐστιν ἄγνοια ἐν τοιούτῳ καιρῷ · ἐγὼ ἐπείνασα ἵνα αὐτὸς χορτασθῇ καὶ ἔτι βλέπων ἐν τῇ κρεμάστρᾳ τοὺς ἐμοὺς ἄρτους οὕτως με ὕβρισε καὶ ἐξελοιδόρησε · οὐκ ἔχω πῶς ὑμῖν γράψω. αἰσθανθήτω οὖν ἃ πεποίηκε· ὅσα μοι λελάληκε ὁ Βουτίτης περὶ τοῦ ἱματίου μελήσει μοι. ἄσπασαι τὴν μητέρα μου καὶ τὴν θυγατέρα μου καὶ τοὺς φιλοῦντας ἡμᾶς. ἔρρωσό μοι, πάτερ. ἀσπάζεταί σε Ὀφελλᾶς καὶ ὁ Βουτίτης ἀσθενῶν · ἀσπάζεται ὑμᾶς Πρόκλος καὶ Σαραπίων. ἐρρῶσθαι ὑμᾶς εὔχομαι.