Ancient Greek
O.Did. 462
Documentary Papyri, O.Did. 462
Not analysed yet
Κάσις Τιβερίῳ τῷ ἀδελφῷ πολλὰ χαίρειν καὶ τὸ προσκύνημά σου ποιῶ καθ’ ἑκάστην ἡμέραν παρὰ τῇ κυρίᾳ Ἀφροδίτῃ. ἐὰν ἀκούσῃς καινότερον περὶ τοῦ κλήρου ἵνα καὶ ἐμοὶ δηλώσῃς. καλῶς ποιήσεις, ἐὰν μέλλῃ ἀναβῆναι Λούκις ὁ συστρατιώτης ἐκ τοῦ πραισιδίου μου ἤ τε μετὰ ὄνων ἤ τε μετὰ προβολῆς, ἵνα δοῖς αὐτῷ τὰς δραχμὰς κϛ τοῦ κιθῶνος ἵνα ἐνέγκῃ μοι …τὰ νῦν μὴ ἀμελήσῃς τοῦ πέμψαι μοι. …