Ancient Greek
O.Douch 2 107
Documentary Papyri, O.Douch 2 107
Not analysed yet
κυρίῳ μου ἀδελφῷ Πεϊῶ Σερῆνος χαίρειν. ἀπὸ τῶν παρὰ σοὶ σίτου γεουχικῶν ἀρταβῶν εἴκοσι δὸς τῷ ἀδελφῷ Μακαρίῳ σίτου ἀρτάβας δώδεκα μάτια πέντε γίνονται ἀρτάβαι ιβ μάτια ε. ἐρρῶσθαί σε εὔχομαι πολλοῖς χρόνοις.