Ancient Greek
O.Douch 5 638
Documentary Papyri, O.Douch 5 638
Not analysed yet
τῷ ἀγαπητῷ ἀδελφῷ Παχοῦμ Βῆς Ὄλβιος χαίρειν. δὸς τῷ κυρίῳ μου ἀδελφῷ Ἰσοκράτει εἰς λόγον βαλανίου καὶ σκοπελαρίου τὰς παρὰ σοὶ σίτου ἀρτάβας δύο μάτια τέσσερα γίνονται ἀρτάβαι β μάτια δ μέτρῳ ἀννωνῶν. ἐρρῶσθαί σε εὔχομαι πολλοῖς χρόνοις. ε ἰνδικτίωνος.