Ancient Greek
O.Elkab 99
Documentary Papyri, O.Elkab 99
Not analysed yet
Παοῦς καὶ Πετεαρουῆρις πράκτορες ἀργυρικῶν Ἀπολ …ρ…ς γραμματέως Ὥρωι Σαχομνέους χαίρειν. ἔσχον παρὰ σοῦ ὑπὲρ λαογραφίας τοῦ ιγ ἔτους διὰ μὲν Παοῦτος δραχμὰς εἴκοσι, γίνονται δραχμαὶ κ, διὰ δὲ Πετεαρουήριος ὑπὲρ χωματικοῦ καὶ ἄλλων τοῦ αὐτοῦ ιγ ἔτους δραχμὰς δέκα τριώβολον, γίνονται δραχμαὶ ι τριώβολον, καὶ ὑπὲρ μερισμοῦ ποταμοφυλακίδος δραχμὴν μίαν τριώβολον, γίνεται δραχμὴ α τριώβολον, γίνονται τῆς ὅλης ἀποχῆς δραχμαὶ τριάκοντα δύο, γίνονται δραχμαὶ λβ, ἀκύρου οὔσης τῆς πρὸ ταύτης ἀποχῆς, διὰ μὲν Παοῦτος δραχμαὶ κ, διὰ δὲ Πετεαρουήριος δραχμαὶ ιβ. ἔτους ιδ Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Ἁθὺρ ιε.