Ancient Greek
o.erem 34
Documentary Papyri, o.erem 34
Not analysed yet
Ἰοῦστος Λολλίῳ χαίρειν. τοὺς ἥλους, οὓς ἠγόρασας, ἐπιμελῶς τήρησον, ὅπως Τύραννος ὁ κυβερνήτης μαρτυρήσῃ μοι, ὅτι διὰ αὐτοῦ ὁμοῦ ἐδαπανήθησαν. τὸ ξύλον τὸ …κινον τὸ ἐν τῇ αὐλῇ, ἐὰν χρήζῃς, εἰς τὰ χώματα λαβὲ καὶ ἐγκοίλια, ἐὰν χρήζῃς, ἐκ τοῦ δώματος λαβέ, ἔπεμψά σοι ἄλλας δραχμὰς ιβ γίνονται δραχμαὶ μ.