Ancient Greek
O.Florida 15
Documentary Papyri, O.Florida 15
Not analysed yet
Πούπλις Α…ωι τῶι υἱῶι πλεῖστα χαίρειν καὶ διὰ παντὸς ὑγιαίνειν μετὰ τοῦ ἀβασκάντου σου ἵππου. ἔπεμψά σοι διὰ Κουίντου ἱπποιατροῦ τὸν ἀνδρόμαχα καὶ τὴν ὄρνιθαν ὑλαίαν ἡψημένην ἐπεὶ οὐκ ἴνει κρέας πωλούμενον. ἐὰν χρῄζεις χαλκοῦ …γράψεις μοι καὶ πέμψω σοι μετὰ οὗ ἐὰν εὕρω ἀνθρώπου ἀσφαλοῦς. ἐρρῶσθαί σε εὔχομαι μετὰ τοῦ ἀβασκάντου σου ἵππου.