Ancient Greek
O.Florida 17
Documentary Papyri, O.Florida 17
Not analysed yet
Σέντις Πρώκλῳ τῷ ἀδελφῷ χαίρειν· καλῶς ἐποίησας, ἄδελφε, δοὺς Ἀγχοῦβι τὰ δύο κολοφώνηα, καὶ γράψον μοι περὶ τοῦ ναύλου καὶ εὐθέως σοι πέμψω. οὐκ ἔπεμψά σοι, ἄδελφε, κρέας ἵνα μὴ ἀποτάξωμαί σοι. λοιπὸν ἐρωτῶ σε, κύριε, δόξασόν με καὶ ἔρχου μετὰ τοῦ Αἰθίοπος. εὐφρανθῶμεν. ἔρρωσο μὴ οὖν ἄλλως ποιήσεις ἀλλὰ εἰ φιλεῖς με ἔρχου εὐφρανθῶμεν.