Ancient Greek
O.Florida 2
Documentary Papyri, O.Florida 2
Not analysed yet
Ἑρέννιος Ἀντωνεῖνος δεκαδάρχης Ἀματίωι χαίρειν· τὸν υἱὸν τοῦ Βαλανέος τὸν ἐν τῶι σκοπέλῳ ὄντα μικρόν, εἰπὲ τῷ δεκανῷ ἵνα ἀντʼ αὐτοῦ βάλῃ νεανίσκον. ἐγὼ γὰρ καὶ ἐνετιλάμην περὶ αὐτοῦ αὐτῶι. καὶ τὸν παγανὸν τὸν κατακαύσαντα τὰ θρύα ἐνγὺς τοῦ πραισιδίου καινοῦ πέμψον πρὸς ἐμέ. ἔρρωσθε.