Ancient Greek
O.Heid. 428
Documentary Papyri, O.Heid. 428
Not analysed yet
Βιῆνχις Ταπᾶτι τῇ μητρὶ πολλὰ χαίρειν καὶ τοῖς ἀδελφοῖς καὶ Σεραπίωνος τοῦ ἐπιστάτου μου τὸ προσκύνημα καὶ τῶν παρ’ αὐτῷ ποιῶ. μεμάχεσμαι μετὰ Ψεντινβαβα καὶ ἀπῆλθα. οὐδὲν ἔχει με ὧδε ἔσω. τὸ προσκύνημα ὑμῶν ποιῶ παρὰ τοῖς ἐνθάδε θεοῖς. ἐρρῶσθαι ὑμᾶς εὔχομαι. ἧκα ὧδε διὰ Παυλῖνον χορδὴν ἔνεγκε τοῖς παιδίοις.